ὅσον οὐρανός ἐστ᾽ ἀπὸ γαίης: τόσσον γάρ τ᾽ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα. ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων οὐρανόθεν κατιὼν δεκάτῃ κ᾽ ἐς γαῖαν ἵκοιτο: ἐννέα δ᾽ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων ἐκ γαίης κατιὼν δεκάτῃ κ᾽ ἐς Τάρταρον ἵκοι. τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται: ἀμφὶ δέ μιν νὺξ τριστοιχεὶ κέχυται περὶ δειρήν: αὐτὰρ ὕπερθεν γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης. ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι 0κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης. τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δ᾽ ἐπέθηκε Ποσειδέων χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν. ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο. ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος πόντου τ᾽ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος ἑξείης πάντων πηγαὶ καὶ πείρατ᾽ ἔασιν ἀργαλέ᾽ εὐρώεντα, τά τε στυγέουσι θεοί περ, χάσμα μέγ᾽, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν οὖδας ἵκοιτ᾽, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο, ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ ἀργαλέη: δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι τοῦτο τέρας. Νυκτὸς δ᾽ ἐρεβεννῆς οἰκία δεινὰ ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν τῶν πρόσθ᾽ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν χάλκεον: ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε ἔρχεται, οὐδέ ποτ᾽ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει, ἀλλ᾽ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα γαῖαν ἐπιστρέφεται, ἣ δ᾽ αὖ δόμου ἐντὸς ἐοῦσα μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστ᾽ ἂν ἵκηται, ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα, ἣ δ᾽ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο. Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ. ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκί᾽ ἔχουσιν, Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί: οὐδέ ποτ᾽ αὐτοὺς Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν οὐρανὸν εἲς ἀνιὼν οὐδ᾽ οὐρανόθεν καταβαίνων. τῶν δ᾽ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι, τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ νηλεὲς ἐν στήθεσσιν: ἔχει δ᾽ ὃν πρῶτα λάβῃσιν ἀνθρώπων: ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν. ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες ἰφθίμου τ᾽ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει νηλειής, τέχνην δὲ κακὴν ἔχει: ἐς μὲν ἰόντας σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν, ἐξελθεῖν δ᾽ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα. ἰφθίμου τ᾽ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης. ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι, δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο πρεσβυτάτη: νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει μακρῇσιν πέτρῃσι κατηρεφέ᾽: ἀμφὶ δὲ πάντη κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται. παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις ἀγγελίην πωλεῖται ἐπ᾽ εὐρέα νῶτα θαλάσσης. ὁππότ᾽ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται καί ῥ᾽ ὅστις ψεύδηται Ὀλύμπια δώματ᾽ ἐχόντων, Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ ψυχρόν, ὅτ᾽ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο ὑψηλῆς: πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν Ὠκεανοῖο κέρας: δεκάτη δ᾽ ἐπὶ μοῖρα δέδασται: ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει, ἣ δὲ μί᾽ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν. ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν: οὐδέ ποτ᾽ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει. αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν, ἄλλος γ᾽ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος. εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων, οὐδέ ποτ᾽ ἐς βουλὴν ἐπιμίσγεται οὐδ᾽ ἐπὶ δαῖτας ἐννέα πάντα ἔτεα: δεκάτῳ δ᾽ ἐπιμίσγεται αὖτις εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματ᾽ ἔχουσιν. τοῖον ἄρ᾽ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ ὠγύγιον, τὸ δ᾽ ἵησι καταστυφέλου διὰ χώρου. ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος πόντου τ᾽ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος ἑξείης πάντων πηγαὶ καὶ πείρατ᾽ ἔασιν ἀργαλέ᾽ εὐρώεντα, τά τε στυγέουσι θεοί περ. ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς, αὐτοφυής: πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο. αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι δώματα ναιετάουσιν ἐπ᾽ Ὠκεανοῖο θεμέθλοις, Κόττος τ᾽ ἠδὲ Γύης: Βριάρεών γε μὲν ἠὺν ἐόντα γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος, δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.